Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 18.236 | Dem. 18.240 (English) | >>Dem. 18.243 |
18.238εἰ δὲ λέγεις ἢ τὰ πρὸς Θηβαίους δίκαιʼ , Αἰσχίνη , ἢ τὰ πρὸς Βυζαντίους ἢ τὰ πρὸς Εὐβοέας , ἢ περὶ τῶν ἴσων νυνὶ διαλέγει , πρῶτον μὲν ἀγνοεῖς ὅτι καὶ πρότερον τῶν ὑπὲρ τῶν Ἑλλήνων ἐκείνων ἀγωνισαμένων τριήρων , τριακοσίων οὐσῶν τῶν πασῶν , τὰς διακοσίας ἡ πόλις παρέσχετο , καὶ οὐκ ἐλαττοῦσθαι νομίζουσα οὐδὲ κρίνουσα τοὺς ταῦτα συμβουλεύσαντας οὐδʼ ἀγανακτοῦσʼ ἐπὶ τούτοις ἑωρᾶτο (αἰσχρὸν γάρ ), ἀλλὰ τοῖς θεοῖς ἔχουσα χάριν , εἰ κοινοῦ κινδύνου τοῖς Ἕλλησι περιστάντος αὐτὴ διπλάσια τῶν ἄλλων εἰς τὴν ἁπάντων σωτηρίαν παρέσχετο .
18.239εἶτα κενὰς χαρίζει χάριτας τουτοισὶ συκοφαντῶν ἐμέ . τί γὰρ νῦν λέγεις οἷʼ ἐχρῆν πράττειν , ἀλλʼ οὐ τότʼ ὢν ἐν τῇ πόλει καὶ παρὼν ταῦτʼ ἔγραφες , εἴπερ ἐνεδέχετο παρὰ τοὺς παρόντας καιρούς , ἐν οἷς οὐχ ὅσʼ ἐβουλόμεθα , ἀλλʼ ὅσα δοίη τὰ πράγματʼ ἔδει δέχεσθαι · ὁ γὰρ ἀντωνούμενος καὶ ταχὺ τοὺς παρʼ ἡμῶν ἀπελαυνομένους προσδεξόμενος καὶ χρήματα προσθήσων ὑπῆρχεν ἕτοιμος .
ἀλλʼ εἰ νῦν ἐπὶ τοῖς πεπραγμένοις κατηγορίας ἔχω , τί ἂν οἴεσθε , εἰ τότʼ ἐμοῦ περὶ τούτων ἀκριβολογουμένου , ἀπῆλθον αἱ πόλεις καὶ προσέθεντο Φιλίππῳ , καὶ ἅμʼ Εὐβοίας καὶ Θηβῶν καὶ Βυζαντίου κύριος κατέστη , τί ποιεῖν ἂν ἢ τί λέγειν τοὺς ἀσεβεῖς ἀνθρώπους τουτουσί ;
18.240
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 18.236 | Dem. 18.240 (English) | >>Dem. 18.243 |